Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.258 Joseph. AJ 14.263 (English) >>Joseph. AJ 14.268

14.261δεδόχθαι τῇ βουλῇ καὶ τῷ δήμῳ συγκεχωρῆσθαι αὐτοῖς συνερχομένοις ἐν ταῖς ἀποδεδειγμέναις ἡμέραις πράσσειν τὰ κατὰ τοὺς αὐτῶν νόμους, ἀφορισθῆναι δʼ αὐτοῖς καὶ τόπον ὑπὸ τῶν στρατηγῶν εἰς οἰκοδομίαν καὶ οἴκησιν αὐτῶν, ὃν ἂν ὑπολάβωσιν πρὸς τοῦτʼ ἐπιτήδειον εἶναι, ὅπως τε τοῖς τῆς πόλεως ἀγορανόμοις ἐπιμελὲς καὶ τὰ ἐκείνοις πρὸς τροφὴν ἐπιτήδεια ποιεῖν εἰσάγεσθαι. 14.262

Ψήφισμα Ἐφεσίων. ἐπὶ πρυτάνεως Μηνοφίλου μηνὸς Ἀρτεμισίου τῇ προτέρᾳ ἔδοξε τῷ δήμῳ, Νικάνωρ Εὐφήμου εἶπεν εἰσηγησαμένων τῶν στρατηγῶν. 14.263ἐπεὶ ἐντυχόντων τῶν ἐν τῇ πόλει Ἰουδαίων Μάρκῳ Ἰουλίῳ Ποντίου υἱῷ Βρούτῳ ἀνθυπάτῳ, ὅπως ἄγωσι τὰ σάββατα καὶ πάντα ποιῶσιν κατὰ τὰ πάτρια αὐτῶν ἔθη μηδενὸς αὐτοῖς ἐμποδὼν γινομένου, 14.264 στρατηγὸς συνεχώρησεν, δεδόχθαι τῷ δήμῳ, τοῦ πράγματος Ῥωμαίοις ἀνήκοντος, μηδένα κωλύεσθαι παρατηρεῖν τὴν τῶν σαββάτων ἡμέραν μηδὲ πράττεσθαι ἐπιτίμιον, ἐπιτετράφθαι δʼ αὐτοῖς πάντα ποιεῖν κατὰ τοὺς ἰδίους αὐτῶν νόμους. 14.265

Πολλὰ μὲν οὖν ἐστιν καὶ ἄλλα τοιαῦτα τῇ συγκλήτῳ καὶ τοῖς αὐτοκράτορσι τοῖς Ῥωμαίων δόγματα πρὸς Ὑρκανὸν καὶ τὸ ἔθνος ἡμῶν γεγενημένα καὶ πόλεσιν ψηφίσματα καὶ γράμματα πρὸς τὰς περὶ τῶν ἡμετέρων δικαίων ἐπιστολὰς ἀντιπεφωνημένα τοῖς ἡγεμόσιν, περὶ ὧν ἁπάντων ἐξ ὧν παρατεθείμεθα πιστεύειν τοῖς ἀναγνωσομένοις οὐ βασκάνως ἡμῶν τὴν γραφὴν πάρεστιν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.258 Joseph. AJ 14.263 (English) >>Joseph. AJ 14.268

Powered by PhiloLogic